Αποστολικόν και Ευαγγελικόν Άνάγνωσμα 

Κυριακής 13 Αυγ., 2017

 

Απόστολος

Α΄ Προς Κορινθίους δ΄ 9-16)

Ἀδελφοί, ὁ Θεός ἡμᾶς τούς ἀποστόλους ἐσχάτους ἀπέδειξεν, ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ, καί ἀγγέλοις καί ἀνθρώποις. Ἡμεῖς μωροί διά Χριστόν, ὑμεῖς δέ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δ΄ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δέ ἄτιμοι. Ἂχρι τῆς ἄρτι ὥρας καί πεινῶμεν καί διψῶμεν καί γυμνητεύομεν καί κολαφιζόμεθα καί ἀστατοῦμεν καί κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, βλασφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι. Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ΄ ὡς τέκνα μου ἀγαπητά νουθετῶ. Ἐάν γάρ μυρίους παιδαγωγούς ἔχητε ἐν Χριστῷ, ἀλλ΄ οὐ πολλούς πατέρας· ἐν γάρ Χριστῷ Ἰησοῦ διά τοῦ Εὐαγγελίου ἐγώ ὑμᾶς ἐγέννησα. Παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε.

Απόδοση στην Νεολληνική

Ἀδελφοί, μοῦ φαίνεται πώς ὁ Θεός σ΄ ἐμᾶς τούς ἀποστόλους ἔδωσε τήν ἐλεεινότερη θέση, σάν νά εἴμαστε καταδικασμένοι νά πεθάνουμε στήν ἀρένα. Γιατί γίναμε θέαμα γιά τόν κόσμο, γιά ἀγγέλους καί γι΄ ἀνθρώπους. Ἐμεῖς παρουσιαζόμαστε μωροί γιά χάρη τοῦ Χριστοῦ, ἐνῶ ἐσεῖς εἶστε σοφοί χάρη στό Χριστό· ἐμεῖς εἴμαστε ἀδύναμοι, ἐνῶ ἐσεῖς εἶστε δυνατοί· ἐμεῖς εἴμαστε περιφρονημένοι, ἐνῶ ἐσεῖς εἶστε τιμημένοι! Ὡς αὐτήν τήν ὥρα πεινᾶμε, διψᾶμε, γυρνᾶμε μέ κουρέλια, ξυλοδαρμένοι, ἀπό τόπο σέ τόπο χωρίς σπίτι, καί μοχθοῦμε νά ζήσουμε δουλεύοντας μέ τά ἴδιά μας τά χέρια. Στούς ἐμπαιγμούς ἀπαντᾶμε μέ καλά λόγια, στούς διωγμούς μέ ὑπομονή, στίς συκοφαντίες μέ λόγια φιλικά. Καταντήσαμε σάν τά σκουπίδια ὄλου τοῦ κόσμου, ὡς αὐτήν τήν ὥρα θεωρούμαστε τά ἀποβράσματα τῆς κοινωνίας. Δέ σᾶς τά γράφω αὐτά γιά νά σᾶς κάνω νά ντραπεῖτε, ἀλλά γιά νά σᾶς συμβουλέψω ὅπως ὁ πατέρας τ΄ ἀγαπημένα του παιδιά. Γιατί κι ἄν ἀκόμα ἔχετε χιλιάδες δασκάλους στή ζωή σας μέ τό Χριστό, δέν ἔχετε πολλούς πατέρες ἀλλά μόνον ἕνα. Στή σωτήρια οἰκονομία τοῦ Ἰησοῦ Χριστοῦ, ἐγώ σάν πατέρας σᾶς γέννησα μέ τό κήρυγμα τοῦ Εὐαγγελίου. Σᾶς ζητῶ λοιπόν νά μοῦ μοιάσετε.

 

ΕΥΑΓΓΕΛΙΟΝ

 (Ματθ. ιζ’ 14-23)

Τῷ καιρῷ ἐκείνῳ, άνθρωπός τις προσῆλθεν τω Ιησού γονυπετῶν αὐτὸν καὶ λέγων· Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς πάσχει· πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ καὶ πολλάκις εἰς τὸ ὕδωρ. Καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι.
Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη! ἕως πότε ἔσομαι μεθ᾿ ὑμῶν; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετέ μοι αὐτὸν ὧδε. Καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐξῆλθεν ἀπ᾿ αὐτοῦ τὸ δαιμόνιον καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης. Τότε, προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατ᾿ ἰδίαν εἶπον· διατί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· διὰ τὴν ἀπιστίαν ὑμῶν. ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, μετάβηθι ἐντεῦθεν ἐκεῖ, καὶ μεταβήσεται, καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν. Τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Ἀναστρεφομένων δὲ αὐτῶν εἰς τὴν Γαλιλαίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται.

Απόδοση στην Νεολληνική

Τον καιρό ἐκείνο, ὅταν ἦλθε ὁ Ἰησοῦς πρὸς τὸ πλῆθος, τὸν ἐπλησίασε ἕνας καί γονατιστός, τοῦ ἔλεγε, «Κύριε, ἐλέησε τὸ παιδί μου, διότι σεληνιάζεται καὶ ὑποφέρει πολύ. Πολλὲς φορὲς πέφτει στὴ φωτιὰ καὶ πολλὲς φορὲς στὸ νερό. Καὶ τὸν ἔφερα εἰς τοὺς μαθητάς σου ἀλλὰ δὲν μπόρεσαν νὰ τὸν θεραπεύσουν». Καὶ ὁ Ἰησοῦς εἶπε:

«Ὦ γενεὰ ἄπιστη καὶ διεστραμμένη, ἕως πότε θὰ εἶμαι μαζί σας; Ἕως πότε θὰ σᾶς ἀνέχωμαι; Φέρτε τον μου ἐδῶ».

Ο Ἰησοῦς επιτίμησε το δαιμόνιο καὶ ἐβγῆκε ἀπὸ αὐτὸν καὶ ἐθεραπεύθηκε τὸ παιδὶ ἀπὸ τὴν ὥραν ἐκείνην.

Τότε ἦλθαν οἱ μαθηταὶ εἰς τὸν Ἰησοῦν ἰδιαιτέρως καὶ τοῦ εἶπαν, «Γιατὶ ἐμεῖς δὲν μπορέσαμε νὰ τὸ βγάλωμε;»

Ὁ δὲ Ἰησοῦς τοὺς εἶπε, «Ἐξ αἰτίας τῆς ἀπιστίας σας. Σᾶς βεβαιῶ, ἐὰν ἔχετε πίστιν σὰν τὸν σπόρο τοῦ σιναπιοῦ θὰ λέτε εἰς τὸ βουνὸ αὐτό, «Μετατοπίσου ἀπὸ ἐδῶ ἐκεῖ», καὶ θὰ πηγαίνει καὶ τίποτε δὲν θᾶ σᾶς εἶναι ἀδύνατον.

Τοῦτο δὲ τὸ γένος δὲν βγαίνει παρὰ μόνο μὲ προσευχὴν καὶ νηστείαν». Ὅταν δὲ περιεφέροντο εἰς τὴν Γαλιλαίαν, τοὺς εἶπεν ὁ Ἰησοῦς,

 «Ὁ Υἱὸς τοῦ ἀνθρώπου μέλλει νὰ παραδοθῇ σὲ χέρια ἀνθρώπων. Καὶ θὰ τὸν φονεύσουν καὶ κατὰ τὴν τρίτην ἡμέραν θὰ αναστηθῇ».