Αποστολικόν και Ευαγγελικόν ανάγνωσμα

 Κυριακής 11 Ιουλίου, 2021

---------------------------

 

ΑΠΟΣΤΟΛΟΣ

 (Β’ Κορ. στ’ 1-10)

 

Ἀδελφοί, συνεργοῦντες καὶ παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς· λέγει γὰρ· καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι· ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας· μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν, ἵνα μὴ μωμηθῇ ἡ διακονία, ἀλλ΄ ἐν παντὶ συνιστῶντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν Πνεύματι Ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει Θεοῦ, διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας, ὡς πλάνοι καὶ ἀληθεῖς, ὡς ἀγνοούμενοι καὶ ἐπιγινωσκόμενοι, ὡς ἀποθνήσκοντες καὶ ἰδοὺ ζῶμεν, ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι, ὡς λυπούμενοι ἀεὶ δὲ χαίροντες, ὡς πτωχοὶ πολλοὺς δὲ πλουτίζοντες, ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες.

Απόδοση στην Νεολληνική

Αδελφοί, συνεργάτες τοῦ Θεοῦ καθώς εἴμαστε, σᾶς παρακαλοῦμε νά μήν ἀφήσετε νά πάει χαμένη ἡ χάρη τοῦ Θεοῦ πού δεχτήκατε, γιατί ἡ Γραφή λέει: Στόν καιρό τῆς χάρης σέ ἄκουσα, καί τήν ἡμέρα τῆς σωτηρίας σέ βοήθησα. Νά, τώρα εἶναι ὁ καιρός τῆς χάρης, τώρα εἶναι ἡ ἡμέρα τῆς σωτηρίας. Κανένα πρόσκομμα δέ φέρνουμε σέ κανένα, γιά νά μή δυσφημηθεῖ τό ἔργο μας. Ἀντίθετα, μέ κάθε τρόπο συστήνουμε τόν ἑαυτό μας σάν ὑπηρέτες τοῦ Θεοῦ: μέ τή μεγάλη ὑπομονή μας, μέ τίς θλίψεις, μέ τίς δυσχέρειες, τίς στενοχώριες, τίς κακοποιήσεις, τίς φυλακίσεις, τίς ἐξεγέρσεις ἐναντίον μας, τίς ταλαιπωρίες, τίς ἀγρυπνίες, τήν πείνα. Συστήνουμε τούς ἑαυτούς μας μέ τήν ἐντιμότητα, τή γνώση τῆς ἀλήθειας, τήν ἀνεκτικότητα, τήν καλοσύνη, τή φώτιση τοῦ Ἁγίου Πνεύματος, τήν ἀνυπόκριτη ἀγάπη, τό κήρυγμα γιά τήν ἀλήθεια, τή δύναμη τοῦ Θεοῦ, μέ τά ὄπλα τῆς σωτηρίας τά ἐπιθετικά καί τά ἀμυντικά, δοκιμάζοντας δόξα καί ἀτίμωση, δυσφήμηση καί ἔπαινο· μᾶς θεωροῦν λαοπλάνους, καί ὅμως λέμε τήν ἀλήθεια· μᾶς ἀγνοοῦν καί ὅμως γινόμαστε γνωστοί· φτάνουμε στό θάνατο, καί νά πού ζοῦμε· μᾶς βασανίζουν, ἀλλά δέν πεθαίνουμε· μᾶς προξενοῦν στενοχώριες καί ὅμως πάντοτε χαιρόμαστε· εἴμαστε φτωχοί, κάνουμε ὅμως πολλούς νά πλουτίσουν· δέν ἔχουμε τίποτε καί κατέχουμε τά πάντα.

 

ΕΥΑΓΓΕΛΙΟΝ

 (Κατά Ματθαίον στ΄ 22-33)

 

Εἶπεν ὁ Κύριος۠  Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός· ἐὰν οὖν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ, ὅλον τὸ σῶμά σου φωτεινὸν ἔσται· ἐὰν δὲ ὁ ὀφθαλμός σου πονηρὸς ᾖ, ὅλον τὸ σῶμά σου σκοτεινὸν ἔσται. Εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστί, τὸ σκότος πόσον; Οὐδείς δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει. Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ. Διὰ τοῦτο λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε καὶ τί πίητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε· οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος; Εμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οὐδὲ συνάγουσιν εἰς ἀποθήκας, καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά· οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν; Τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα;

Καὶ περὶ ἐνδύματος τί μεριμνᾶτε; καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ πῶς αὐξάνει· οὐ κοπιᾷ οὐδὲ νήθει· λέγω δὲ ὑμῖν ὅτι οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων. Εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ, σήμερον ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον, ὁ Θεὸς οὕτως ἀμφιέννυσιν, οὐ πολλῷ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι; Μὴ οὖν μεριμνήσητε λέγοντες, τί φάγωμεν ἢ τί πίωμεν ἢ τί περιβαλώμεθα; Πάντα γὰρ ταῦτα τὰ ἔθνη ἐπιζητεῖ· Οἶδε γὰρ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος ὅτι χρῄζετε τούτων ἁπάντων. ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.

Απόδοση στην Νεολληνική

Εἶπε ὁ Κύριος: «Τό λυχνάρι τοῦ σώματος εἶναι τά μάτια. Ἄν λοιπόν τά μάτια σου εἶναι γερά, ὅλο τό σῶμα σου θά εἶναι στό φῶς. Ἄν ὅμως τά μάτια σου εἶναι χαλασμένα, ὅλο τό σῶμα σου θά εἶναι στό σκοτάδι. Κι ἄν τό φῶς πού ἔχεις, μεταβληθεῖ σέ σκοτάδι, σκέψου πόσο θά ΄ναι τό σκοτάδι!» «Κανείς δέν μπορεῖ νά εἶναι δοῦλος σέ δύο κυρίους· γιατί ἤ θά μισήσει τόν ἕνα καί θά ἀγαπήσει τόν ἄλλο, ἤ θά στηριχτεῖ στόν ἕνα καί θά περιφρονήσει τόν ἄλλο. Δέν μπορεῖτε νά εἶστε δοῦλοι καί στό Θεό καί στό χρῆμα». «Γι΄ αὐτό, λοιπόν, σᾶς λέω: Μή μεριμνᾶτε γιά τή ζωή σας, τί θά φᾶτε καί τί θά πιεῖτε οὔτε γιά τό σῶμα σας, τί θά ντυθεῖτε. Ἡ ζωή δέν εἶναι σπουδαιότερη ἀπό τήν τροφή; Καί τό σῶμα δέν εἶναι σπουδαιότερο ἀπό τό ντύσιμο; Κοιτάξτε τά πουλιά πού δέ σπέρνουν οὔτε θερίζουν οὔτε συνάζουν ἀγαθά σέ ἀποθῆκες, κι ὅμως ὁ οὐράνιος Πατέρας σας τά τρέφει· ἐσείς δέν ἀξίζετε πολύ περισσότερο ἀπ΄ αὐτά; Κι ἔπειτα, ποιός ἀπό σᾶς μπορεῖ μέ τό ἄγχος του νά προσθέσει ἕναν πῆχυ στό ἀνάστημά του;

Καί γιατί τόσο ἄγχος γιά τό ντύσιμό σας; Ἄς σᾶς διδάξουν τά ἀγριόκρινα πώς μεγαλώνουν: δέν κοπιάζουν οὔτε γνέθουν· κι ὅμως σᾶς βεβαιώνω πώς οὔτε ὁ Σολομῶν σ΄ ὅλη του τή μεγαλοπρέπεια δέν ντυνόταν ὅπως ἕνα ἀπό αὐτά. Ἄν ὅμως ὁ Θεός ντύνει ἔτσι τό ἀγριόχορτο, πού σήμερα ὑπάρχει κι αὔριο θά τό ρίξουν στή φωτιά, δέ θά φροντίσει πολύ περισσότερο γιά σᾶς, ὀλιγόπιστοι; Μήν ἔχετε, λοιπόν, ἄγχος καί μήν ἀρχίσετε νά λέτε: «τί θά φᾶμε;» ἤ: «τί θά πιοῦμε;» ἤ: «τί θά ντυθοῦμε;» γιατί γιά ὅλα αὐτά ἀγωνιοῦν ὅσοι δέν ἐμπιστεύονται τό Θεό· ὅμως ὁ οὐράνιος Πατέρας σας ξέρει καλά ὅτι ἔχετε ἀνάγκη ἀπ΄ ὅλα αὐτά. Γι΄ αὐτό πρῶτα ἀπ΄ ὅλα νά ἐπιζητεῖτε τή βασιλεία τοῦ Θεοῦ καί τήν ἐπικράτηση τοῦ θελήματός του, κι ὅλα αὐτά θά ἀκολουθήσουν.