Αποστολικόν και Ευαγγελικόν Ανάγνωσμα 

Κυριακής 15 Νοε., 2020

---------------------

ΑΠΟΣΤΟΛΟΣ

(Εφεσ. β’ 4-10)

Ἀδελφοί, ὁ Θεὸς πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς, καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασι συνεζωοποίησε τῷ Χριστῷ· χάριτί ἐστε σεσωσμένοι· καὶ συνήγειρε καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ ᾿Ιησοῦ, ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὐτοῦ ἐν χρηστότητι ἐφ᾿ ἡμᾶς ἐν Χριστῷ ᾿Ιησοῦ. Tῇ γὰρ χάριτί ἐστε σεσωσμένοι διὰ τῆς πίστεως καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, Θεοῦ τὸ δῶρον, οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται. Aὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ ᾿Ιησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεὸς ἵνα ἐν αὐτοῖς περιπατήσωμεν·.

Απόδοση στην Νεολληνική 

Ἀδελφοί, ὁ Θεός μᾶς ἀγάπησε, γιατί εἶναι πλούσιος σέ ἔλεος κι ἔχει ἀπέραντη ἀγάπη. Κι ἐνῶ ἤμασταν πνευματικά νεκροί ἐξαιτίας τῶν παραπτωμάτων μας, μᾶς ξανάδωσε ζωή μαζί μέ τό Χριστό. Μέ τή χάρη τοῦ Θεοῦ ἔχετε σωθεῖ. Μᾶς ἀνέστησε μαζί μέ τόν Ἰησοῦ Χριστό καί μᾶς ἔβαλε νά καθίσουμε μαζί μ΄ αὐτόν στά οὐράνια. Ἔτσι, μέ τήν ἀγάπη πού μᾶς ἔδειξε διά τοῦ Ἰησοῦ Χριστοῦ, φανερώνει στίς μελλοντικές γενιές πόσο ὑπερβολικά γενναιόδωρη εἶναι ἡ χάρη Του. Πραγματικά, μέ τή χάρη Του σωθήκαμε διά τῆς πίστεως. Κι αὐτό δέν εἶναι δικό σας κατόρθωμα ἀλλά δῶρο Θεοῦ. Δέ σωθήκατε μέ τά δικά σας ἔργα κι ἔτσι κανείς δέν μπορεῖ νά καυχηθεῖ γι΄ αὐτό. Εἴμαστε δημιούργημα τοῦ Θεοῦ, ὁ ὁποῖος διά τοῦ Ἰησοῦ Χριστοῦ μας ἔκανε καινούριους ἀνθρώπους, γιά νά μποροῦμε νά κάνουμε καλά ἔργα, πού τά προετοίμασε ο θεός, για να είναι μ΄αυτά γεμάτη η ζωή μ

 

 

Ευαγγέλιον

Κατά Λουκᾶν ι΄ 25-37

Τῷ καιρῷ ἐκείνῳ, νομικός τις προσῆλθε τῷ Ἰησοῦ πειράζων αὐτὸν καὶ λέγων· Διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; ὁ δὲ εἶπε πρὸς αὐτόν·ἐν τῷ νόμῳ τί γέγραπται; πῶς ἀναγινώσκεις; ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ τὸν πλησίον σου ὡς ἑαυτόν. εἶπε δὲ αὐτῷ· Ὀρθῶς ἀπεκρίθης· τοῦτο ποίει καὶ ζήσῃ. ὁ δὲ θέλων δικαιοῦν ἑαυτὸν εἶπε πρὸς τὸν Ἰησοῦν· Καί τίς ἐστί μου πλησίον; ὑπολαβὼν δὲ ὁ Ἰησοῦς εἶπεν· Ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχώ, καὶ λησταῖς περιέπεσεν· οἳ καὶ ἐκδύσαντες αὐτὸν καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον ἀφέντες ἡμιθανῆ τυγχάνοντα. κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ, καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν. ὁμοίως δὲ καὶ Λευΐτης γενόμενος κατὰ τὸν τόπον, ἐλθὼν καὶ ἰδὼν ἀντιπαρῆλθε.

Σαμαρείτης δέ τις ὁδεύων ἦλθε κατ΄ αὐτόν, καὶ ἰδὼν αὐτὸν ἐσπλαγχνίσθη, καὶ προσελθὼν κατέδησε τὰ τραύματα αὐτοῦ ἐπιχέων ἔλαιον καὶ οἶνον, ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον καὶ ἐπεμελήθη αὐτοῦ· καὶ ἐπὶ τὴν αὔριον ἐξελθών, ἐκβαλὼν δύο δηνάρια ἔδωκε τῷ πανδοχεῖ καὶ εἶπεν αὐτῷ· ἐπιμελήθητι αὐτοῦ, καὶ ὅ,τι ἂν προσδαπανήσῃς, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι.

 Τίς οὖν τούτων τῶν τριῶν πλησίον δοκεῖ σοι γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς;

 ὁ δὲ εἶπεν· ὁ ποιήσας τὸ ἔλεος μετ΄ αὐτοῦ.

 εἶπεν οὖν αὐτῷ ὁ Ἰησοῦς·

 πορεου κα σ ποει μοως.

Απόδοση στην Νεολληνική

Κάποιος νομοδιδάσκαλος παρουσιάστηκε στόν Ἰησοῦ, καί γιά νά τόν φέρει σέ δύσκολη θέση τοῦ εἶπε: «Διδάσκαλε, τί πρέπει νά κάνω γιά νά κερδίσω τήν αἰώνια ζωή;» Ὁ Ἰησοῦς τόν ρώτησε: «Ὁ νόμος τί γράφει;» Ἐκεῖνος ἀπάντησε: «Νά ἀγαπᾶς τόν Κύριο τό Θεό σου μ΄ ὅλη τήν καρδιά σου καί μ΄ ὅλη την ψυχή σου, μ΄ ὅλη τή δύναμή σου καί μ΄ ὅλο τό νοῦ σου· καί τόν πλησίον σου ὅπως τόν ἑαυτό σου». «Πολύ σωστά ἀπάντησες», τοῦ εἶπε ὁ Ἰησοῦς· «αὐτό κάνε καί θά ζήσεις». Ἐκεῖνος ὅμως, θέλοντας νά δικαιολογήσει τόν ἑαυτό του, εἶπε στόν Ἰησοῦ: «Καί ποιός εἶναι ὁ πλησίον μου;» Πῆρε τότε ἀφορμή ὁ Ἰησοῦς καί εἶπε: «Κάποιος ἄνθρωπος, κατεβαίνοντας ἀπό τά Ἱεροσόλυμα γιά τήν Ἱεριχῶ, ἔπεσε πάνω σέ ληστές. Αὐτοί τόν ξεγύμνωσαν, τόν τραυμάτισαν καί ἔφυγαν παρατώντας τόν μισοπεθαμένο. Ἀπό ἐκεῖνο τό δρόμο ἔτυχε νά κατεβαίνει καί κάποιος ἱερέας, ὁ ὁποῖος τόν εἶδε, ἀλλά τόν προσπέρασε χωρίς νά τοῦ δώσει σημασία. Τό ἴδιο καί κάποιος λευίτης, πού περνοῦσε ἀπό ἐκεῖνο τό μέρος· παρ΄ ὅλο πού τόν εἶδε κι αὐτός, τόν προσπέρασε χωρίς νά τοῦ δώσει σημασία.

Κάποιος ὅμως Σαμαρείτης πού ταξίδευε, ἦρθε πρός τό μέρος του, τόν εἶδε καί τόν σπλαχνίστηκε. Πῆγε κοντά του, ἄλειψε τίς πληγές του μέ λάδι καί κρασί καί τίς ἔδεσε καλά. Μάλιστα τόν ἀνέβασε στό δικό του τό ζῶο, τόν ὁδήγησε στό πανδοχεῖο καί φρόντισε γι΄ αὐτόν. Τήν ἄλλη μέρα φεύγοντας ἔβγαλε κι ἔδωσε στόν πανδοχέα δύο δηνάρια καί τοῦ εἶπε: φρόντισέ τον, κι ὅτι παραπάνω ξοδέψεις, ἐγώ ὅταν ξαναπεράσω θά σέ πληρώσω. Ποιός λοιπόν ἀπ΄ αὐτούς τούς τρεῖς κατά τή γνώμη σου ἀποδείχτηκε πλησίον ἐκείνου ποῦ ἔπεσε στούς ληστές;» Ὁ νομοδιδάσκαλος ἀπάντησε: «Ἐκεῖνος πού τόν σπλαχνίστηκε». Τότε ὁ Ἰησοῦς τοῦ εἶπε:

 «Πήγαινε, καί νά κάνεις κι ἐσύ τό ἴδιο».