Απόστολος και Ευαγγελικόν ανάγνωσμα

 Κυριακής 27/9/2020

 

ΑΠΟΣΤΟΛΟΣ

 (Β’ Κορ. στ’ 1-10)

Ἀδελφοί, συνεργοῦντες καὶ παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς· λέγει γὰρ· καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι· ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας· μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν, ἵνα μὴ μωμηθῇ ἡ διακονία, ἀλλ΄ ἐν παντὶ συνιστῶντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν Πνεύματι Ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει Θεοῦ, διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας, ὡς πλάνοι καὶ ἀληθεῖς, ὡς ἀγνοούμενοι καὶ ἐπιγινωσκόμενοι, ὡς ἀποθνήσκοντες καὶ ἰδοὺ ζῶμεν, ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι, ὡς λυπούμενοι ἀεὶ δὲ χαίροντες, ὡς πτωχοὶ πολλοὺς δὲ πλουτίζοντες, ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες.

Απόδοση στην Νεολληνική

Αδελφοί, συνεργάτες τοῦ Θεοῦ καθώς εἴμαστε, σᾶς παρακαλοῦμε νά μήν ἀφήσετε νά πάει χαμένη ἡ χάρη τοῦ Θεοῦ πού δεχτήκατε, γιατί ἡ Γραφή λέει: Στόν καιρό τῆς χάρης σέ ἄκουσα, καί τήν ἡμέρα τῆς σωτηρίας σέ βοήθησα. Νά, τώρα εἶναι ὁ καιρός τῆς χάρης, τώρα εἶναι ἡ ἡμέρα τῆς σωτηρίας. Κανένα πρόσκομμα δέ φέρνουμε σέ κανένα, γιά νά μή δυσφημηθεῖ τό ἔργο μας. Ἀντίθετα, μέ κάθε τρόπο συστήνουμε τόν ἑαυτό μας σάν ὑπηρέτες τοῦ Θεοῦ: μέ τή μεγάλη ὑπομονή μας, μέ τίς θλίψεις, μέ τίς δυσχέρειες, τίς στενοχώριες, τίς κακοποιήσεις, τίς φυλακίσεις, τίς ἐξεγέρσεις ἐναντίον μας, τίς ταλαιπωρίες, τίς ἀγρυπνίες, τήν πείνα. Συστήνουμε τούς ἑαυτούς μας μέ τήν ἐντιμότητα, τή γνώση τῆς ἀλήθειας, τήν ἀνεκτικότητα, τήν καλοσύνη, τή φώτιση τοῦ Ἁγίου Πνεύματος, τήν ἀνυπόκριτη ἀγάπη, τό κήρυγμα γιά τήν ἀλήθεια, τή δύναμη τοῦ Θεοῦ, μέ τά ὄπλα τῆς σωτηρίας τά ἐπιθετικά καί τά ἀμυντικά, δοκιμάζοντας δόξα καί ἀτίμωση, δυσφήμηση καί ἔπαινο· μᾶς θεωροῦν λαοπλάνους, καί ὅμως λέμε τήν ἀλήθεια· μᾶς ἀγνοοῦν καί ὅμως γινόμαστε γνωστοί· φτάνουμε στό θάνατο, καί νά πού ζοῦμε· μᾶς βασανίζουν, ἀλλά δέν πεθαίνουμε· μᾶς προξενοῦν στενοχώριες καί ὅμως πάντοτε χαιρόμαστε· εἴμαστε φτωχοί, κάνουμε ὅμως πολλούς νά πλουτίσουν· δέν ἔχουμε τίποτε καί κατέχουμε τά πάντα.

 

ΕΥΑΓΓΕΛΙΟΝ

Λουκᾶ ε΄ 1 - 11

Τῷ καιρῷ ἐκείνῳ, ἑστὼς ὁ Ἰησοῦς παρὰ τὴν λίμνην Γεννησαρέτ, εἶδε δύο πλοῖα ἑστῶτα παρὰ τὴν λίμνην· οἱ δὲ ἁλιεῖς ἀποβάντες ἀπ’ αὐτῶν ἀπέπλυνον τὰ δίκτυα. Eμβὰς δὲ εἰς ἓν τῶν πλοίων, ὃ ἦν Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον· καὶ καθίσας ἐδίδασκεν ἐκ τοῦ πλοίου τοὺς ὄχλους. ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπε πρὸς τὸν Σίμωνα· Ἐπανάγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν. Kαὶ ἀποκριθεὶς Σίμων εἶπεν αὐτῷ· Ἐπιστάτα, δι' ὅλης νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν· ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω τὸ δίκτυον. Kαὶ τοῦτο ποιήσαντες συνέκλεισαν πλῆθος ἰχθύων πολύ· διερρήγνυτο δὲ τὸ δίκτυον αὐτῶν. καὶ κατένευσαν τοῖς μετόχοις τοῖς ἐν τῷ ἑτέρῳ πλοίῳ τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς· καὶ ἦλθον, καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα, ὥστε βυθίζεσθαι αὐτά. Iδὼν δὲ Σίμων Πέτρος προσέπεσε τοῖς γόνασιν Ἰησοῦ λέγων· Ἔξελθε ἀπ' ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, Κύριε· θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων ᾗ συνέλαβον, ὁμοίως δὲ καὶ Ἰάκωβον καὶ Ἰωάννην, υἱοὺς Ζεβεδαίου, οἳ ἦσαν κοινωνοὶ τῷ Σίμωνι. καὶ εἶπε πρὸς τὸν Σίμωνα ὁ Ἰησοῦς· Μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν. Kαὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν, ἀφέντες ἅπαντα ἠκολούθησαν αὐτῷ. 

Απόδοση στην Νεολληνική

Καθώς στεκόταν ὁ Ἰησοῦς στην όχθη τὴς λίμνης Γεννησαρέτ, εἶδε δύο πλοιάρια κοντὰ εἰς τὴν λίμνην, ἀλλ’ οἱ ψαράδες εἶχαν βγῆ καὶ ἔπλεναν τὰ δίχτυα.  Ἐμπῆκε εἰς ἕνα ἀπὸ τὰ πλοιάρια τὸ ὁποῖον ἀνῆκε εἰς τὸν Σίμωνα καὶ τὸν παρεκάλεσε νὰ ἀπομακρυνθῇ λίγο ἀπὸ τὴν ξηράν. Τότε ἐκάθησε καὶ ἐδίδασκε τὰ πλήθη ἀπὸ τὸ πλοιάριον.  Μόλις ἔπαυσε νὰ μιλῇ, εἶπε εἰς τὸν Σίμωνα, «Πήγαινε εἰς τὰ βαθειὰ καὶ ρίξτε τὰ δίχτυα σας για ψάρεμα».  Καὶ ὁ Σίμων ἀπεκρίθη, «Διδάσκαλε, ὅλην τὴν νύχτα ἐκοπιάσαμε χωρὶς νὰ πιάσωμε τίποτε. Ἀλλ’ ἐπειδὴ σὺ τὸ λές, θὰ ρίξω τὸ δίχτυ».  Ὅταν τὸ ἔκαναν, ἔπιασαν πολλὰ ψάρια, καὶ τὸ δίχτυ τους ἄρχισε νὰ σχίζεται.  Καὶ ἔκαναν νεύματα εἰς τοὺς συντρόφους των ποὺ ἦσαν εἰς τὸ ἄλλο πλοιάριον, νὰ ἔλθουν νὰ τοὺς βοηθήσουν· καὶ ἦλθαν καὶ ἐγέμισαν καὶ τὰ δύο πλοιάρια, ὥστε νὰ κινδυνεύουν νὰ βυθισθοῦν.  Ὅταν ὁ Σίμων Πέτρος εἶδε τί ἔγινε, ἔπεσε εἰς τὰ γόνατα τοῦ Ἰησοῦ καὶ εἶπε, «Φύγε ἀπ’ ἐδῶ, Κύριε, διότι εἶμαι ἄνθρωπος ἁμαρτωλός». Αὐτὸ τὸ εἶπε διότι ἐξεπλάγη καὶ αὐτὸς καὶ ὅλοι ὅσοι ἦσαν μαζί του μὲ τὰ ψάρια ποὺ ἔπιασαν, ἐπίσης καὶ ὁ Ἰάκωβος καὶ ὁ Ἰωάννης, οἱ υἱοὶ τοῦ Ζεβεδαίου, οἱ ὁποῖοι ἦσαν συνεταῖροι τοῦ Σίμωνος. Καὶ εἶπεν ὁ Ἰησοῦς εἰς τὸν Σίμωνα,

 «Μὴ φοβᾶσαι· ἀπὸ τώρα θὰ ψαρεύεις ἀνθρώπους».

Καὶ ὅταν ἔφεραν τὰ πλοιάρια εἰς τὴν ξηράν, τὰ ἄφησαν ὅλ